Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.313 Dem. 18.318 (English) >>Dem. 18.321

18.316κἀκεῖνο σκόπει. πότερον κάλλιον καὶ ἄμεινον τῇ πόλει διὰ τὰς τῶν πρότερον εὐεργεσίας, οὔσας ὑπερμεγέθεις, οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκας, τὰς ἐπὶ τὸν παρόντα βίον γιγνομένας εἰς ἀχαριστίαν καὶ προπηλακισμὸν ἄγειν, πᾶσιν, ὅσοι τι μετʼ εὐνοίας πράττουσι, τῆς παρὰ τούτων τιμῆς καὶ φιλανθρωπίας μετεῖναι; 18.317καὶ μὴν εἰ καὶ τοῦτʼ ἄρα δεῖ μʼ εἰπεῖν, μὲν ἐμὴ πολιτεία καὶ προαίρεσις, ἄν τις σκοπῇ, ταῖς τῶν τότʼ ἐπαινουμένων ἀνδρῶν ὁμοία καὶ ταὐτὰ βουλομένη φανήσεται, δὲ σὴ ταῖς τῶν τοὺς τοιούτους τότε συκοφαντούντων· δῆλον γὰρ ὅτι καὶ κατʼ ἐκείνους ἦσάν τινες, οἳ διασύροντες τοὺς ὄντας τότε τοὺς δὲ πρότερον γεγενημένους ἐπῄνουν, βάσκανον πρᾶγμα καὶ ταὐτὸ ποιοῦντες σοί. 18.318εἶτα λέγεις ὡς οὐδὲν ὅμοιός εἰμʼ ἐκείνοις ἐγώ; σὺ δʼ ὅμοιος, Αἰσχίνη; δʼ ἀδελφὸς σός; ἄλλος δέ τις τῶν νῦν ῥητόρων; ἐγὼ μὲν γὰρ οὐδένα φημί. ἀλλὰ πρὸς τοὺς ζῶντας, χρηστέ, ἵνα μηδὲν ἄλλʼ εἴπω, τὸν ζῶντʼ ἐξέταζε καὶ τοὺς καθʼ αὑτόν, ὥσπερ τἄλλα πάντα, τοὺς ποιητάς, τοὺς χορούς, τοὺς ἀγωνιστάς. 18.319 Φιλάμμων οὐχ ὅτι Γλαύκου τοῦ Καρυστίου καί τινων ἑτέρων πρότερον γεγενημένων ἀθλητῶν ἀσθενέστερος ἦν, ἀστεφάνωτος ἐκ τῆς Ὀλυμπίας ἀπῄει, ἀλλʼ ὅτι τῶν εἰσελθόντων πρὸς αὐτὸν ἄριστʼ ἐμάχετο, ἐστεφανοῦτο καὶ νικῶν ἀνηγορεύετο. καὶ σὺ πρὸς τοὺς νῦν ὅρα με ῥήτορας, πρὸς σαυτόν, πρὸς ὅντινα βούλει τῶν ἁπάντων· οὐδένʼ ἐξίσταμαι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.313 Dem. 18.318 (English) >>Dem. 18.321

Powered by PhiloLogic